Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.32 Joseph. AJ 4.37 (English) >>Joseph. AJ 4.41

4.35

Ταῦτα Μωυσέος εἰπόντος παύεται καὶ τῆς ταραχῆς τὸ πλῆθος καὶ τῆς εἰς Μωυσῆν ὑποψίας, ἐπένευσαν δὲ τοῖς εἰρημένοις· καὶ γὰρ ἦν καὶ ἐδόκει χρηστὰ τῷ λαῷ. τότε μὲν οὖν διαλύουσι τὸν σύλλογον, τῇ δʼ ἐπιούσῃ συνῆλθον εἰς τὴν ἐκκλησίαν παρατευξόμενοι τῇ θυσίᾳ καὶ τῇ διʼ αὐτῆς κρίσει τῶν περὶ τῆς ἱερωσύνης ἀγωνιζομένων. 4.36συνέβαινε δʼ εἶναι θορυβώδη τὴν ἐκκλησίαν μετεώρου τοῦ πλήθους ὄντος ἐπʼ ἐλπίδι τῶν ἐσομένων, καὶ τῶν μὲν εἰς ἡδονὴν λαμβανόντων, εἰ Μωυσῆς ἐλεγχθείη κακουργῶν, τῶν δὲ φρονίμων, εἰ πραγμάτων ἀπαλλαγείησαν καὶ ταραχῆς· ἐδεδίεσαν γάρ, μὴ τῆς στάσεως προϊούσης ἀφανισθῇ μᾶλλον αὐτοῖς κόσμος τῆς καταστάσεως. 4.37 δὲ πᾶς ὅμιλος φύσει χαίρων τῷ καταβοᾶν τῶν ἐν τέλει καὶ πρὸς τις εἴποι πρὸς τοῦτο τὴν γνώμην τρέπων ἐθορύβει. πέμψας δὲ καὶ Μωυσῆς πρὸς Ἀβίραμον καὶ Δαθάμην ὑπηρέτας ἐκέλευσεν ἥκειν κατὰ τὰ συγκείμενα καὶ περιμένειν τὴν ἱερουργίαν. 4.38ὡς δʼ οὔτε ὑπακούσεσθαι τοῖς ἀγγέλοις ἔφασαν καὶ Μωυσῆν οὐ περιόψεσθαι κατὰ τοῦ λαοῦ παντὸς ἐκ κακουργίας αὐξανόμενον, ἀκούσας τὰ παρʼ αὐτῶν Μωυσῆς ἀκολουθεῖν αὐτῷ τοὺς προβούλους ἀξιώσας ἀπῄει πρὸς τοὺς περὶ Δαθάμην, οὐχ ἡγούμενος εἶναι δεινὸν βαδίζειν πρὸς τοὺς ὑπερηφανήσαντας· οἱ δʼ οὐδὲν ἀντειπόντες ἠκολούθουν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.32 Joseph. AJ 4.37 (English) >>Joseph. AJ 4.41

Powered by PhiloLogic